Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 16.9 Dem. 16.14 (English) >>Dem. 16.17

16.12οὐ γὰρ ταῦτα λέγοντες ἔπεισαν ὑμᾶς, πάντων Πελοποννησίων ἐλθόντων ὡς ὑμᾶς καὶ μεθʼ ὑμῶν ἀξιούντων ἐπὶ τοὺς Λακεδαιμονίους ἰέναι, τοὺς μὲν μὴ προσδέξασθαι (καὶ διὰ τοῦθʼ, ὅπερ ἦν ὑπόλοιπον αὐτοῖς, ἐπὶ Θηβαίους ἦλθον), ὑπὲρ δὲ τῆς Λακεδαιμονίων σωτηρίας καὶ χρήματʼ εἰσφέρειν καὶ τοῖς σώμασι κινδυνεύειν· οὐδʼ ἂν ὑμεῖς ἠθελήσατε δήπου σῴζειν αὐτούς, εἰ τοῦτο προὔλεγον ὑμῖν, ὅτι σωθέντες, ἐὰν μὴ ποιεῖν τι βούλονται πάλιν αὐτοὺς ἐᾶτε καὶ ἀδικεῖν, οὐδεμίαν ὑμῖν χάριν ἕξουσι τῆς σωτηρίας. 16.13καὶ μὴν εἰ σφόδρʼ ἐναντίον ἐστὶ τοῖς Λακεδαιμονίων ἐπιχειρήμασιν τὸ τοὺς Ἀρκάδας ἡμᾶς συμμάχους ποιήσασθαι, προσήκει δήπου πλείω χάριν αὐτοὺς ἔχειν ὧν ἐσώθησαν ὑφʼ ἡμῶν εἰς τοὺς ἐσχάτους ἐλθόντες κινδύνους ὧν ἀδικεῖν κωλύονται νῦν ὀργίζεσθαι. ὥστε πῶς οὐ βοηθήσουσιν ἡμῖν ἐπʼ Ὠρωπόν, κάκιστοι πάντων ἀνθρώπων δόξουσιν εἶναι; μὰ τοὺς θεοὺς ἔγωγʼ οὐχ ὁρῶ.

16.14θαυμάζω τοίνυν καὶ τῶν λεγόντων τοῦτον τὸν λόγον, ὡς εἰ συμμάχους ποιησόμεθʼ Ἀρκάδας καὶ ταῦτα πράξομεν, μεταβάλλεσθαι δόξει καὶ οὐδὲν ἔχειν πιστὸν πόλις. ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον, ἄνδρες Ἀθηναῖοι. διὰ τί; ὅτι τῶν πάντων οὐδένʼ ἂν ἀντειπεῖν οἴομαι ὡς οὐ καὶ Λακεδαιμονίους καὶ πρότερον Θηβαίους καὶ τὸ τελευταῖον Εὐβοέας ἔσωσεν πόλις, καὶ μετὰ ταῦτα συμμάχους ἐποιήσατο, ἕν τι καὶ ταὔτʼ ἀεὶ βουλομένη πράττειν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 16.9 Dem. 16.14 (English) >>Dem. 16.17

Powered by PhiloLogic